Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.56 Joseph. AJ 8.60 (English) >>Joseph. AJ 8.63

8.58 μὲν οὖν Εἱρώμου φιλία καὶ Σολόμωνος ἀπὸ τούτων ἔτι μᾶλλον ηὔξησε καὶ διαμένειν ὤμοσαν εἰς ἅπαν. δὲ βασιλεὺς ἐπέταξε παντὶ τῷ λαῷ φόρον ἐργάτας τρισμυρίους, οἷς ἄπονον τὴν ἐργασίαν κατέστησε μερίσας αὐτὴν συνετῶς· μυρίους γὰρ ἐποίησε κόπτοντας ἐπὶ μῆνα ἕνα ἐν Λιβάνῳ ὄρει δύο μῆνας ἀναπαύεσθαι παραγινομένους ἐπὶ τὰ οἰκεῖα, μέχρις οὗ πάλιν οἱ δισμύριοι τὴν 8.59ἐργασίαν ἀναπληρώσωσι κατὰ τὸν ὡρισμένον χρόνον ἔπειθʼ οὕτως συνέβαινε τοῖς πρώτοις μυρίοις διὰ τετάρτου μηνὸς ἀπαντᾶν ἐπὶ τὸ ἔργον. ἐγεγόνει δʼ ἐπίτροπος τοῦ φόρου τούτου Ἀδώραμος. ἦσαν δʼ ἐκ τῶν παροίκων οὓς Δαυίδης καταλελοίπει τῶν μὲν παρακομιζόντων τὴν λιθίαν καὶ τὴν ἄλλην ὕλην ἑπτὰ μυριάδες, τῶν δὲ λατομούντων ὀκτάκις μύριοι, τούτων δʼ ἐπιστάται τρισχίλιοι καὶ τριακόσιοι. 8.60προστετάχει δὲ λίθους μὲν αὐτοῖς τέμνειν μεγάλους εἰς τοὺς τοῦ ναοῦ θεμελίους, ἁρμόσαντας δὲ πρῶτον καὶ συνδήσαντας ἐν τῷ ὄρει κατακομίζειν οὕτως εἰς τὴν πόλιν. ἐγίνετο δὲ ταῦτʼ οὐ παρὰ τῶν οἰκοδόμων τῶν ἐγχωρίων μόνον, ἀλλὰ καὶ ὧν Εἵρωμος ἔπεμψε τεχνιτῶν. 8.61

Τῆς δʼ οἰκοδομίας τοῦ ναοῦ Σολόμων ἤρξατο τέταρτον ἔτος ἤδη τῆς βασιλείας ἔχων μηνὶ δευτέρῳ, ὃν Μακεδόνες μὲν Ἀρτεμίσιον καλοῦσιν Ἑβραῖοι δὲ Ἰάρ, μετὰ ἔτη πεντακόσια καὶ ἐνενήκοντα καὶ δύο τῆς ἀπʼ Αἰγύπτου τῶν Ἰσραηλιτῶν ἐξόδου, μετὰ δὲ χίλια καὶ εἴκοσι ἔτη τῆς Ἁβράμου εἰς τὴν Χαναναίαν ἐκ τῆς Μεσοποταμίας ἀφίξεως, ἀπὸ δὲ τῆς ἐπομβρίας μετὰ χίλια καὶ τετρακόσια καὶ τεσσαράκοντα·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.56 Joseph. AJ 8.60 (English) >>Joseph. AJ 8.63

Powered by PhiloLogic